Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.221 Joseph. AJ 7.226 (English) >>Joseph. AJ 7.230

7.224οἱ δʼ οὐδὲν εἰς ἀναβολὰς καὶ μέλλησιν ὑπερέθεντο, λαβόντες δὲ τὰς τῶν πατέρων ἐντολὰς εὐσεβεῖς ἅμα καὶ πιστοὶ γίνονται διάκονοι· καὶ τῆς ὑπηρεσίας τὸ τάχος καὶ τὴν ὀξύτητα κρίναντες ἄριστα εἶναι ἠπείγοντο συμβαλεῖν Δαυίδῃ. 7.225γενομένους δʼ αὐτοὺς ἀπὸ σταδίων τῆς πόλεως δύο θεῶνταί τινες ἱππεῖς καὶ διαβάλλουσι πρὸς τὸν Ἀψάλωμον· δʼ εὐθὺς ἔπεμψε τοὺς συλληψομένους. νοήσαντες δὲ τοῦτο οἱ τῶν ἀρχιερέων παῖδες ἐκτραπέντες τῆς ὁδοῦ παραχρῆμα εἰς κώμην τινὰ τῶν Ἱεροσολύμων οὐκ ἄπωθεν αὑτοὺς ἔδωκαν, Βοκχόρης ἦν ὄνομα τῇ πόλει, καὶ γυναικὸς ἐδεήθησάν τινος κρύψαι καὶ παρασχεῖν αὐτοῖς τὴν ἀσφάλειαν. 7.226 δὲ καθιμήσασα τοὺς νεανίσκους εἰς φρέαρ καὶ πλάκας ἄνωθεν ἐρίων ἐρίων ἐπιβαλοῦσα, ὡς ἧκον οἱ διώκοντες αὐτοὺς καὶ περὶ αὐτῶν ἀνέκριναν εἰ θεάσαιτο, ἰδεῖν οὐκ ἠρνήσατο, πιόντας γὰρ παρʼ αὐτῇ πάλιν ἀπελθεῖν, εἰ μέντοι γε συντόνως διώξουσι καταλήψεσθαι προύλεγεν. ὡς δʼ ἐπὶ πολὺ διώξαντες οὐ κατέλαβον, ἀνέστρεψαν εἰς τοὐπίσω. 7.227θεασαμένη δʼ αὐτοὺς ἀναζεύξαντας γυνὴ καὶ μηδένα φόβον τοῖς νεανίσκοις ἀπʼ αὐτῶν ἔτι συλλήψεως εἶναι, ἀνιμήσασα τὴν προκειμένην ὁδὸν ἀνύειν παρεκελεύσατο· καὶ πολλῇ σπουδῇ καὶ τάχει χρησάμενοι περὶ τὴν ὁδοιπορίαν ἧκον πρὸς Δαυίδην καὶ πάντʼ ἀκριβῶς ἐδήλωσαν τὰ παρʼ Ἀψαλώμου βεβουλευμένα. δὲ διαβῆναι τὸν Ἰόρδανον τοὺς μεθʼ ἑαυτοῦ προσέταξεν ἤδη νυκτὸς οὔσης καὶ μηδὲν ὀκνεῖν διʼ αὐτήν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.221 Joseph. AJ 7.226 (English) >>Joseph. AJ 7.230

Powered by PhiloLogic